Εἰκὼν ἡ λίθος εἰμί. Τίθησί με Σείκιλος ἔνθα μνήμης ἀθανάτου σῆμα πολυχρόνιον Ὅσον ζῇς φαίνου μηδὲν ὅλως σὺ λυποῦ πρὸς ὀλίγον ἐστὶ τὸ ζῆν τὸ τέλος ὁ χρόνος ἀπαιτεῖ Σείκιλος Εὐτέρπου