[00:00.490]Σύμβολον τῆς Νικαίας (381) [00:34.490]Πιστεύομεν εἰς ἕνα θεὸν Πατέρα παντοκράτορα, [00:39.490]ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. [00:43.490]Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, [00:48.490]τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, [00:54.490]φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, [00:58.490]γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί [01:02.490]δι' οὗ τὰ πάντα ἐγένετο [01:04.490]τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν [01:08.490]κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου [01:14.490]καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα [01:18.500]σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα, [01:23.500]καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς γραφάς, [01:28.500]καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός [01:33.500]καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, [01:38.500]οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος [01:41.500]Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζῳοποιόν, [01:46.500]τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, [01:49.500]τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον [01:53.500]καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν [01:57.500]Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· [02:02.500]ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· [02:06.500]προσδοκοῦμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. [02:12.500]Τοὺς δὲ λέγοντας, ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, [ἢ κτιστόν,] τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, [τούτους] ἀναθεματίζει ἡ καθολικὴ [καὶ ἀποστολικὴ] ἐκκλησία [02:31.500]Ἀμήν