| [00:00.490] |
Σύμβολον τῆς Νικαίας (381) |
| [00:34.490] |
Πιστεύομεν εἰς ἕνα θεὸν Πατέρα παντοκράτορα, |
| [00:39.490] |
ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. |
| [00:43.490] |
Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, |
| [00:48.490] |
τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, |
| [00:54.490] |
φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, |
| [00:58.490] |
γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί |
| [01:02.490] |
δι' οὗ τὰ πάντα ἐγένετο |
| [01:04.490] |
τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν |
| [01:08.490] |
κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου |
| [01:14.490] |
καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα |
| [01:18.500] |
σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα, |
| [01:23.500] |
καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς γραφάς, |
| [01:28.500] |
καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός |
| [01:33.500] |
καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, |
| [01:38.500] |
οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος |
| [01:41.500] |
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζῳοποιόν, |
| [01:46.500] |
τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, |
| [01:49.500] |
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον |
| [01:53.500] |
καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν |
| [01:57.500] |
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· |
| [02:02.500] |
ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· |
| [02:06.500] |
προσδοκοῦμεν ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. |
| [02:12.500]Τοὺς δὲ λέγοντας, ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, [ἢ κτιστόν,] τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, [τούτους] ἀναθεματίζει ἡ καθολικὴ [καὶ ἀποστολικὴ] |
ἐκκλησία |
| [02:31.500] |
Ἀμήν |